Ancient Greek
Book 2, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 2.5.5
Not analysed yet
Καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. Εἰ δ' ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι' ὃ καὶ ὅταν ὕσῃ τούτοις ἀποβρέχειν, αἰτιάσαιτ' ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. Συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ' ἐκτρέφεσθαι καὶ τὰ δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι' ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. Ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω.