# De causis plantarum (lib. 2-6) 2.7.2

Theophrastus, De causis plantarum (lib. 2-6), Book 2, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/2.7.2

Πολλάκις δὲ καὶ διὰ πλείω τούτων· καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ (οὐ) ταὐτά. Ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν (μὴ) ᾖ τις παραλλαγὴ τῆς φύσεως. Ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. Θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν, ἀλλ' ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ' ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
