Ancient Greek · ~2 min
Book 2, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 2.7.4
Not analysed yet
τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρηνώδη καὶ οὐχ ὑγρὸν ἔχει. Τῷ μὲν οὖν ἡλίῳ παραδιδόμενος ταχὺ καταξηραίνεται, σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρότητα καὶ πεπαίνει, δι' ὃ καὶ τὰς ῥόας πυκνὰς φυτεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τροφάς. Εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος.