# De causis plantarum (lib. 2-6) 2.7.5

Theophrastus, De causis plantarum (lib. 2-6), Book 2, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/2.7.5

Αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. Δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἢ ὅταν ἅψηται τῶν ἀνθῶν ἀποκάει, δι' ὃ καὶ μάντεις θύουσιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. Τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
