Ancient Greek · ~3 min
Book 2, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 2.8.1
Not analysed yet
Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ' ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβεβηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. Τὸ γὰρ θερμὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία, φανερὸν δὲ οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. Ὅλως γὰρ πάντων τῶν τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰτίας εἶναι. Ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. Ὀψίκαρπα δ' ὥσπερ ἐλέχθη διὰ πλείους αἰτίας. Ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλλον ἡ πέπανσις. Ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. Ἡ δ' εὐκρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώτατος.