Ancient Greek · ~2 min
Book 2, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 2.8.4
Not analysed yet
Σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ' ἔλαττον τῶν δ' ἐπὶ πλεῖον, ἔνια δ' ἐναντίως. Καὶ γὰρ ἐπ' αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα (μὴ) ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. Τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. Πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι.