Ancient Greek · ~3 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.6
Not analysed yet
Διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρότητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίοδον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαίνει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκατακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ' ἐστίν. Εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθαρέντος (ἡ) γένεσις.