# De causis plantarum (lib. 2-6) 2.9.7

Theophrastus, De causis plantarum (lib. 2-6), Book 2, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/2.9.7

Εὐλόγως δὲ καὶ ἐν τοῖς λεπτογείοις καὶ καταβόρροις οὐκ ἐπιζητοῦσι τὸν ἐρινασμόν· ξηρὰ γὰρ γίνονται τῇ φύσει δι' ὀλιγότητα τῆς τροφῆς, οὐδὲ δὴ εἴ τις ἑτέρα χώρα τοιαύτην ἔχει τὴν κρᾶσιν ὥστε σύμμετρον ἐκδιδόναι τὴν τροφήν· ἡ γὰρ ἀποβολὴ δι' ἀπεψίαν καὶ τὸ μὴ κρατεῖν. Ὡσαύτως δὲ καὶ ὅπου κονιορτὸς πολὺς, ἀποξηραίνει γὰρ καὶ οὗτος. Ἄτοπον δ' ἂν δόξειεν ὅτι βορείοις ἀποβάλλουσι μᾶλλον ἢ νοτίοις ξηροτέρων ὄντων· αἴτιον δ' ὅτι πυκνούμενα μᾶλλον τὰ ἐρινὰ κωλύεται διεκπνεῖν· ἅμα δ' ἴσως καὶ πῆξίς τις γίνεται τοῦ ὀποῦ· ταύτην γὰρ καὶ τῆς φυλλοβολίας αἰτίαν φέρουσί τινες ὥσπερ εἴπομεν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
