Ancient Greek
Book 3, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 3.10.2
Not analysed yet
Τροφῆς δὲ πλείονος καὶ βελτίονος γινομένης αὐτὸ τὸ δένδρον εὐθενεῖ καὶ οἱ καρποὶ καλλίους· ποιεῖ γὰρ καὶ τοὺς πυρῆνας ἐλάττους καὶ ὅσων ξυλώδη καὶ δερματικὰ τὰ ἐκτὸς οἷον ἀμυγδαλῆς, καρύας εὐβοϊκῆς, τούτων λεπτότερα ταῦτα τὰ δ' ἐντὸς μείζω. Τὸ γὰρ ὅλον ἡ εὐτροφία διυγραίνει καὶ τὸ σαρκῶδες αὔξει. Διὰ ταῦτα καὶ κατὰ λόγον ἀμφοῖν τὸ συμβαῖνον. Ποιεῖ δὲ καὶ εὐχυλότερα καὶ μείζω καὶ ἡδίω μετὰ τῆς ἄλλης θεραπείας, ὅτι καὶ τροφὴ πλείων καὶ πέψις γίνεται μᾶλλον. Ἐπὶ δὲ τοῦ κράνου, περὶ τούτου γὰρ μάλιστα ἀντιλέγεται, δῆλον εἴπερ ὡς ἀληθῶς πλεῖον ἀναλαμβάνει τῆς συμμέτρου τροφῆς, ὡς ἧττον ποιεῖ εὔχυλον. Ὅπερ καὶ ἔπ' ἄλλων συμβαίνει περικαρπίων ἐν ταῖς πιείραις λίαν χώραις καὶ εὐτρόφοις.