Ancient Greek · ~2 min
Book 3, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 3.10.5
Not analysed yet
Εὐμενὲς δὲ καὶ ἡ πεύκη δοκεῖ πᾶσιν εἶναι διά τε τὸ μονόρριζος εἶναι καὶ βαθύρριζος· ὑποφυτεύεται γὰρ ὑπ' αὐτῇ καὶ μύρρινος καὶ δάφνη καὶ ἕτερα πλείω αὔξησιν λαμβάνει. Καὶ φανερὸν ὅτι μᾶλλον παροχλοῦσιν αἱ ῥίζαι τῆς σκιᾶς· σκιὰν γὰρ πολλὴν ποιεῖ ἡ πεύκη. Κατὰ λόγον δὲ καὶ τὰ ἄλλα τὰ ὀλιγόρριζα καὶ βαθύρριζα καὶ πρὸς τούτοις ὧν μὴ κατὰ τὴν αὐτὴν ὥραν ἡ βλάστησις καὶ καρποτοκία·