Ancient Greek · ~2 min
Book 3, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 3.14.5
Not analysed yet
Καθόλου μὲν οὖν οὕτω τὸ μέγεθος καὶ τὴν βραχύτητα τῶν κλημάτων καθ' ἑκάστην ποιεῖσθαι πρὸς τὴν μήτραν τὴν ἐν τοῖς ἀποτόμοις, ὅπως ἴση τὸ πλάτος ᾖ τῷ περιειληφότι κλήματι. Τῆς γὰρ ἀμπέλου τεμνομένης ἐξ ἴσου πρός τε τὴν ἕξιν τὴν ἑαυτῆς καὶ πρὸς τὴν τοῦ καρποῦ φορὰν πολυχρόνιον ἔσεσθαι καὶ ἀγαθὴν διὰ τέλους. Ἐὰν δὲ ἡ μήτρα πλέον μέρος κατέχῃ τῆς τομῆς καρπὸν μὲν γίνεσθαι πολὺν τὰ δὲ κλήματα ἀμενηνὰ διὰ τὴν τῆς τροφῆς ἀσθένειαν.