Ancient Greek · ~2 min
Book 3, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 3.15.5
Not analysed yet
Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ' ἑκάστων. Ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. Ἔνια γὰρ οὐ φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ' εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. Καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμνουσιν. Αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηράσκουσι διὰ τὴν πολυκαρπίαν. Νέας δ' οὖν οὔσας ἀναγκαῖον βραχυτομεῖν ὅπως καὶ ῥιζωθῶσι καὶ αὐξηθῶσι. Καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν.