Ancient Greek · ~2 min
Book 3, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 3.16.3
Not analysed yet
Καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημον γ' ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. Τὴν δ' ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι' ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. Ὡς δ' ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥ τε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ' ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι' ὃ καὶ Μεγαρεῖς κρύπτουσι.