Ancient Greek · ~2 min
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.8
Not analysed yet
Ἡ δ' ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι' ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρότερον εἴρηται, δι' ὃ καὶ τοῦθ' ὡς (ἐοικὸς) οἰκεῖον παραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. Ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. Περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω.