Ancient Greek · ~1 min
Book 3, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 3.19.3
Not analysed yet
Ἡ δὲ τῶν παραφυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. Ἔχει δὲ καὶ ἰδιότητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ' ἄλλων ἐστίν. Ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά.