Ancient Greek · ~2 min
Book 3, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 3.2.2
Not analysed yet
Καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. Τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ' οὐκ ἴσα τοῖς δ' οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδιδόναι δεῖ, τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. Ἃ δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ' ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν κλάδων. Καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον.