Ancient Greek · ~2 min
Book 3, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 3.20.8
Not analysed yet
Καὶ ὅταν μετὰ τοὺς πρώτους ἀρότους νεάσωσι πάλιν τοῦ ἦρος μεταβάλλουσιν ὅπως τὴν ἀναφυομένην πόαν ἀπολέσωσιν, εἶτα θέρει ἀροῦσι καὶ πάλιν ὅταν μέλλωσι σπείρειν ὑπήροσαν ὡς δέον καθάπερ ἐλέχθη προκατεργάσασθαι καὶ περὶ τοῦτο μάλιστα σπουδάσαι. Δι' ὃ καὶ τὴν ἀπὸ τῆς δικέλλης ἐργασίαν μᾶλλον ἐπαινοῦσιν, ἡ δ' ἀπὸ τοῦ ἀρότρου δοκεῖ πολλὰ παραλείπειν. Θέτταλοι δ' ἰσχυρότερον ἔτι τῆς δικέλλης ὄργανον ἔχουσιν ὃ καλοῦσι μίσχον ὃ μᾶλλον εἰς βάθος κατιὸν πλείω γῆν περιτρέπει καὶ κατωτέρωθεν. Αὕτη μὲν οὖν τῆς χώρας ἡ κατεργασία.