# De causis plantarum (lib. 2-6) 3.22.2

Theophrastus, De causis plantarum (lib. 2-6), Book 3, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/3.22.2

Δι' ὃ καὶ ἡ μὲν ἀχιλληῒς κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στάχυες, ἡ δ' ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. Τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. Ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπιλαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ' ἥλιος (οὐκ) εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ' ἀνεξηράνθη πρότερον. Ἡ δ' ἐρυσίβη σαπρότης τις οὐδὲν δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. Μάλιστα δὲ ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σελήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. Ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ' ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ζώων. Ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
