Ancient Greek · ~2 min
Book 3, Chapter 22
Theophrastus, De causis plantarum (lib. 2-6) 3.22.5
Not analysed yet
Ταὐτὸ δ' ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. Σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. Παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ' εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές.