Ancient Greek · ~2 min
Book 3, Chapter 23
Theophrastus, De causis plantarum (lib. 2-6) 3.23.3
Not analysed yet
Συμφέρει δὲ σπειρομένοις καὶ σπαρεῖσιν εὐδίας ἐπιγίνεσθαι πλείους ἡμέρας ὅπως διαβλαστῶσι, μετὰ δὲ ταῦτα ψύχη βόρεια καὶ μέτρια λεπτὰ χειμῶνος ἰσχυρῶς ἐρριζωμένων ἤδη καὶ ταρρουμένων· ἀνθέξουσι γὰρ μᾶλλον· ἐπεὶ πιλούμενά γε βελτίω καὶ ἐγκαρπότερα. Τῆς γὰρ ῥίζας ἰσχυούσης ἥ τε τροφὴ πλείων καὶ ἡ αὔξησις μετὰ ταῦτα θᾶττον· τὰ γὰρ εὐθὺς ἀνατρέχοντα λεπτὰ καὶ ἀσθενῆ γίνεται καὶ ἅμα πρὸ τῆς ὥρας κυϊσκόμενα καὶ ἀποχεόμενα φθείρεται. Τὸ γὰρ ὅλον ἡ πάρωρος εὐτροφία σφαλερὰ δι' ὃ καὶ ἐπιτέμνουσιν οἱ δὲ κείρουσιν.