Ancient Greek · ~2 min
Book 3, Chapter 24
Theophrastus, De causis plantarum (lib. 2-6) 3.24.2
Not analysed yet
Χρὴ δὲ καὶ ταῖς τοῦ ἀέρος ἀνωμαλίαις προσέχειν. Οὔτε γὰρ τὰ ἐκ τῶν εὐείλων καὶ πρωΐνων εἰς τοὺς ὀψίους καὶ διαχειμέρους οὔτε τὰ ἐκ τούτων εἰς ἐκείνους ἁρμόττει. Τὰ μὲν γὰρ προτερεῖν δοκεῖ τὰ δ' ὑστερεῖν ὥστε τὰ μὲν ὑπὸ χειμῶνος τὰ δ' ὑπ' αὐχμῶν ἀπόλλυται καὶ ἀνυδρίας· ὄψια γὰρ ὄντα βραδέως τε κυΐσκεται καὶ ἀποτίκτει δι' ὃ καὶ ὑστερεῖ. Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν σπερμάτων ὅσαπερ εὐβλαστεῖ καὶ ταχὺ παραγίνεται καθάπερ τὰ τριμηνιαῖα.