Ancient Greek
Book 3, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 3.4.3
Not analysed yet
Ὅπως δὲ καὶ τῶν ὑδάτων τοῦ χειμῶνος ἀπολαύωσι καὶ τοῦ θέρους καταψύχωνται, δεῖ γὰρ δὴ πρὸς ἀμφοτέρας τὰς ὥρας παρεσκευάσθαι, διὰ τοῦτ' ὑποβάλλουσι κάτω λίθους ὅπως συρροὴ γίνηται τοῦ ὕδατος καὶ τοῦ θέρους οὗτοι καταψύχωσι τὰς ῥίζας. Οἱ δὲ κληματίδας ὑποτιθέασιν οἱ δὲ κέραμον παρακατορύττουσιν ὕδατος οἱ δὲ ξύλον κνημοπαχὲς εἶτ' ἐξαιροῦσιν ὅπως ἔχῃ τροφὴν ἀεὶ τὰ φυτὰ διϊκμαζομένης τῆς γῆς καὶ συρρεόντων τῶν ὑδάτων. Ἁπλῶς γὰρ τοῦτο δεῖ τηρεῖν ὅπως καὶ πρὸς τοὺς ὄμβρους τοὺς γινομένους καὶ πρὸς τὸν ἀέρα καὶ τὸν ἥλιον ἕξει συμμέτρως· αἱ γὰρ τροφαὶ καὶ αἱ αὐξήσεις διὰ τούτων.