Ancient Greek · ~2 min
Book 3, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 3.5.2
Not analysed yet
Ἔτι δ' εὐθύτης λειότης τε εὔρουν καὶ εὐδίοδον ποιεῖ τὴν ῥοὴν ὥστε ταχείας εἴναι τὰς αὐξήσεις. Ὀρθῶς δὲ καὶ τὸ μᾶλλον ἐξ ὁμοίας γῆς εἰ δὲ μὴ ἐκ χείρονος λαμβάνειν· ἡ μὲν γὰρ οὐδεμίαν ποιήσει μεταβολὴν ἡ δ' ἐπὶ τὸ βέλτιον συντροφοῦντος· μέγα δὲ αἱ μεταβολαὶ ταῖς ἀσθενέσιν, ἀσθενὲς δὲ τὸ φυτόν. Διὰ τοῦτο γὰρ καὶ τὰς θέσεις τῶν φυτευμάτων τὰς αὐτὰς ἀποδιδόασι κατὰ τὰ πρόσβορρα καὶ νότια καὶ πρὸς ἕω καὶ δυσμὰς ὡς ἐπὶ τῶν δένδρων εἶχε βουλόμενοι τηρεῖν μάλιστα καὶ μηθὲν τῆς φύσεως καὶ τῶν εἰωθότων μετακινεῖν ὡς οὐκ ἂν ῥᾳδίως ἐνεγκόντων μεταβολήν·