Ancient Greek · ~2 min
Book 3, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 3.6.1
Not analysed yet
Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι' ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. Ὑπὲρ δὲ τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύτως χρῶνται πάντες ἀλλ' οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ' ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ' ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ' ἐξικμάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ κάτω.