Ancient Greek · ~2 min
Book 3, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 3.6.3
Not analysed yet
Ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμνον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀποστέγωσι τὴν ἁλμυρίδα. Συμφέρει δὲ καὶ ἄμμον ποτάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαράδρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι' αὐτῶν παρέχεταί τινα δύναμιν. Ἐὰν δ' ἐν ἐφύδρῳ καὶ ναματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμβάλλοντα καὶ χοῦν·