Ancient Greek · ~2 min
Book 3, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 3.6.7
Not analysed yet
Ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποιοῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. Αἱ δὲ καθ' ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται, καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι, καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ' ὕψος καὶ ταπεινότητα, πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή.