Ancient Greek · ~2 min
Book 3, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 3.7.1
Not analysed yet
Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ, τὰ δὲ πυκνὰ φυτευτέον. Φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου, καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη.