Ancient Greek · ~1 min
Book 3, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 3.7.11
Not analysed yet
Οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομένων. Δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ' ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι' ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει.