Ancient Greek · ~2 min
Book 3, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 3.7.5
Not analysed yet
Σχεδὸν δ' ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ' οὕτω περὶ τῶν ἄλλων. Ὥσπερ γὰρ ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. Κοινοτάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουργοῦσιν ὑπ' αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ' ἡ θεραπεία πειρατέον αὐτὰ καθ' αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ' ὑπὲρ τῶν ἄλλων λέγωμεν.