Ancient Greek · ~2 min
Book 3, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 3.9.2
Not analysed yet
Ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ [μὴ] ἐπιγίνηται πλῆθος ὕδατος· δι' ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς, ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. Διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. Καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ' ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. Ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ' ἁρμόττει μεθ' ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ' ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσιν οὐ καρπογονεῖν αὐτά.