# De causis plantarum (lib. 2-6) 4.11.10

Theophrastus, De causis plantarum (lib. 2-6), Book 4, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/4.11.10

Σύμφωνον δὲ τρόπον τινὰ καὶ οὐ πόρρω τούτων καὶ τὸ μὴ κινεῖσθαι πρότερον μήτε σπέρμα μηδὲν μήτε φυτὸν ἀλλὰ κατὰ τὴν οἰκείαν ὥραν. Ὃ καὶ θαυμάζεται περὶ τῶν σπερμάτων ὅτι διαμένει πρὸς τὸ θέρος ἔνια καὶ οὐ διαφθείρεται πολλῶν ὑδάτων καὶ εὐδιῶν γενομένων. Ἐπεὶ τό γε μὴ διαβλαστάνειν ἧττον ἄλογον μὴ ἔχοντα τὴν οἰκείαν κρᾶσιν. Αἴτιον δὲ τούτου πως ὑποληπτέον, ἐς ἀσφαλὲς τῆς φύσεως πρὸς ἄμφω τιθεμένης ἐν τῇ τῶν περιεχόντων ἰσχύϊ· φαίνεται γὰρ τὰ μὲν ξυλώδη καθάπερ τὰ ἀνθικὰ τὰ δὲ πολυχίτωνα τὰ δ' ἄλλας τοιαύτας ἔχοντα φυλακάς. Καὶ ταῦτα μὲν δὴ κοινά πως τῆς φύσεως.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
