Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.8
Not analysed yet
Αἱ δὲ τῶν σπερμάτων διαφοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰγύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ' ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. Τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτροφον, ὁ γὰρ ἀὴρ παραπλήσιος.