Ancient Greek
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.12
Not analysed yet
Ὃ καὶ ἐπὶ τῆς ἅλω φασί τινες ἂν συμβῇ γίνεσθαι ἀτεράμονα οὐκ ἄγαν τοῦτό γε λέγοντες πιθανόν. Ἡ γὰρ ἀπὸ τοῦ ἡλίου ξηρότης ἀχυλότερα μὲν ποιεῖ καὶ ἧττον ἡδέα εὐεψητότερα δὲ οὐδὲν ἧττον ἀλλὰ μᾶλλον. Τὰ γοῦν ἐρέγματα διηλιωθέντα θᾶττον διαχεῖται. Εἰ δ' ἄρα καὶ τοῦτ' ἀληθὲς οὐκ ἐναντιοῦται τοῖς πρότερον. Οὐδ' εἰ παλαιούμενα γίνεται μᾶλλον ἀτεράμονα· καὶ γὰρ οὕτω ξηρότερα συμβαίνει γίνεσθαι διά τε τοῦ περιέχοντος καὶ ὑπὸ τῆς διεκπνοῆς τοῦ θερμοῦ ὃ συνεξάγει καὶ τὸ ὑγρόν. Εὔλογον δὲ καὶ θᾶττον καὶ μᾶλλον κόπτεσθαι τὰ τεράμονα· καὶ γὰρ γλυκύτερα, ταῦτα δὲ μᾶλλον ζωοποιεῖ, καὶ πεπεμμένα, μεταβολὴ δὲ καὶ τούτων θᾶττον. Καὶ ταῦτα μὲν ἂν ἔχοι τὰς εἰρημένας αἰτίας.