Ancient Greek · ~3 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.4
Not analysed yet
Τὰ μὲν οὖν ἐν τῇ ἀλεεινῇ καὶ κούφῃ διὰ ταύτας τὰς αἰτίας τεράμονα τὰ δ' ἐν τῇ ψυχρᾷ καὶ πιείρᾳ καὶ γλίσχρᾳ καὶ ὥσπερ κεραμίᾳ καὶ ἔτι δὲ τῇ λειμωνίᾳ καὶ ἐφύδρῳ καὶ ἑλώδει πάντ' ἀτεράμονα διά τε τὸ πλῆθος καὶ τὴν ἰσχὺν τῆς τροφῆς πυκνά τε καὶ βαρέα καὶ σκληρὰ τοῦ γεώδους τε πολλοῦ καὶ τοῦ ψυχροῦ καταμιγνυμένων· ἡ γὰρ δὴ πῆξις καὶ ἡ πύκνωσις ἐκ τούτων ἐξ ὧνπερ καὶ ἡ σκληρότης. Ἐν δὲ τοῖς ἑλώδεσι καὶ ἐφύδροις ἀχρεῖα τὸ ὅλον· οὐ γὰρ ἐνδιδοῖ βρεχόμενα δι' ὃ καὶ καταχρῶνται πρὸς τὰς ὗς. Αἱ μὲν οὖν ἐκ τῶν ἐδαφῶν αἰτίαι σχεδὸν αὗται.