Ancient Greek · ~3 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.6
Not analysed yet
Ὥσπερ γὰρ ἐν τοῖς μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ' ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνάμεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ' ὅλον ἢ κατὰ μόριον. Ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν τὰ δ' ἐπιβαίνειν. Καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμασιν ἀνομοία διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ' ἀσθενὲς κἂν φύσει γίνοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ.