Ancient Greek · ~1 min
Book 4, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 4.13.1
Not analysed yet
Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ' ὕστερον πολλῷ καθάπερ ἐλέχθη| περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. Ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.