Ancient Greek · ~2 min
Book 4, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 4.13.6
Not analysed yet
Ἀπορεῖται δὲ καὶ διὰ τί ἁδροῦ ὄντος τοῦ σίτου καὶ σχεδὸν ὥσπερ ξηροῦ ἐφυσθεὶς οὐχ ὅτι βελτίων ἀλλὰ καὶ χείρων γίνεται, ἐὰν δὲ θερισθεὶς εἰς θωμοὺς συντεθῇ ἁδρότερος καὶ βελτίων· ἔνιοι δὲ καὶ ῥαίνουσιν. Αἴτιον δὲ ὅτι τότε μὲν ἀνυγραίνεται καὶ ὁ ἥλιος ὅταν ἀναλάμψῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα καὶ ἰσχάνει· ὅταν δὲ εἰς θωμοὺς συντεθῇ συνικμάζεταί τι καὶ ἡ ἀναγομένη ἀτμὶς λεπτὴ καὶ πνευματώδης οὖσα παρεισδύεται καὶ ἁδρύνει τοὺς ὄγκους.