Ancient Greek
Book 4, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 4.3.3
Not analysed yet
Τὸ δ' ὅλον οὐ ποιεῖ ἡ θερμότης μάλιστα εὐβλαστεῖν εἴπερ θερμὰ τὰ δριμέα· καὶ γὰρ τὸ πράσον καὶ τὸ γήτειον καὶ ἔτι μᾶλλον ἡ θύμβρα καὶ ἡ ὀρίγανος δυσβλαστῆ· δεῖ γὰρ ἔχειν τινὰ ὑγρότητα καὶ οὐχ ἧττον ἀλλὰ μᾶλλον ἴσως εὐκρασίαν τὸ εὐβλαστὲς πρὸς τὸ ποιεῖν καὶ πάσχειν. Ὅλως δ' ὡς ἐν γένει λαβεῖν ξηρότατα τῶν σπερμάτων τὰ στεφανωματικὰ καὶ τὰ τῶν λαχάνων ὅθεν καὶ τάχιστα τὰς ἰκμάδας ἕλκει· δι' ὃ καὶ κρεμαννύουσιν αὐτὰ καὶ οὐ ῥαίνουσι τὰ οἰκήματα οὐδ' ὕδωρ εἰσφέρουσιν ὅλως.