Ancient Greek · ~2 min
Book 4, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 4.3.5
Not analysed yet
Περὶ δὲ τοῦ ἐκκαυλεῖν τάχιστα μὲν τὰ ἀπὸ τῶν ἀκμαζόντων ὡς ἰσχυροτάτων, τελέωσις γάρ τις ἡ ἐκκαύλησις εἴπερ ὁ καρπὸς ὡς τέλος, οὐκ ἄλογον. Δευτέρα δὲ ἐκ τῶν παλαιοτέρων, καὶ γὰρ ἐκ τούτων οἷον καθαρωτέρα τις καὶ πλείων ἡ δύναμις. Ἐν δὲ τοῖς νέοις ἀναμεμιγμένη καὶ τὸ πλέον εἰς τὴν τροφὴν ἄγουσα καθάπερ ἐν τοῖς ἄλλοις· αἰεὶ γὰρ ὀψιαίτερα τὰ πολύτροφα· δι' ὃ καὶ εἰ μὴ τὰ ἀπὸ τῶν ἀκμαζόντων ἐκκαυλεῖ πρῶτα ἀλλὰ τὰ ἀπὸ τῶν παλαιοτέρων οὐκ ἄλογον.