Ancient Greek · ~2 min
Book 4, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 4.4.8
Not analysed yet
Αἱ μὲν οὖν ἐναντιώσεις αὗται δοκοῦσιν ἐλέγχεσθαι τοῖς ἔργοις· πολλοὶ γὰρ ὥς φασι σπείραντες πυροὺς ἢ κριθὰς ἐθέρισαν αἴρας. Τὴν δὲ ἔκστασιν καὶ τὴν μεταβολὴν θείη τις ἂν ἀμφοτέρως γίνεσθαι καὶ τοῦ σπέρματος ἀλλοιουμένου καὶ τῶν ῥιζῶν· ἡ γὰρ ἐν τῇ χλόῃ μεταβολὴ δι' ἐκείνας· συμφυεῖς δ' οὔσας οὐκ ἄλογον συμπάσχειν. Ἐπεὶ τό γε σπέρμα διαφθαρὲν οὐ φύσιμον ὅλως ἦν· τοῦτο μὲν κοινόν· οὐδὲ γὰρ ῥίζαι φθαρεῖσαι τρέφοιεν ἄν.