Ancient Greek · ~2 min
Book 4, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 4.5.1
Not analysed yet
Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ' ἰσχυρότατα δοκοῦντ' εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ' ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ μάλιστα πάσχοντα ὑπομένει τὰ δ' ἄλλα φθείρεται τελέως. Ἔτι δ' ἡ ὥρα καθ' ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή·