Ancient Greek · ~2 min
Book 4, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 4.5.3
Not analysed yet
Ὁ δὲ πυρὸς εἰς τίφην οὐ μεταβάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι' ἣν συμμένει. Τοιαύτη δ' οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ' εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ ὅλως ἐκστήσειε τοῦ γένους. Ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσπερ καὶ ἄλλα. Τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις.