Ancient Greek · ~2 min
Book 4, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 4.5.5
Not analysed yet
Σκεπτέον δὲ καὶ εἴ τι τῶν ἄλλων σπερμάτων ἢ τῶν ἀγρίων ἢ τῶν ἡμέρων δέχεται τὴν τοιαύτην ἀλλοίωσιν. Καὶ περὶ μὲν αἰρῶν ἀρκείτω τὰ εἰρημένα. Τὰς γὰρ ἐν αὐτοῖς τοῖς γένεσι τῶν πυρῶν μεταβολὰς, οἷον εἰ ἐκ τοιῶνδε τοιοίδε γίνονται, καὶ κριθαὶ καὶ τἆλλα ὡσαύτως οὐκέτι ζητοῦμεν οὐδὲ τοῦτ' ἔχει τι θαυμαστόν. Ἡ γὰρ ὥρα καὶ αἱ τροφαὶ καὶ ὁ ἀὴρ καθάπερ εἴρηται ποιοῦσι τὰς ἀλλοιώσεις ὁμοίως ζώων καὶ φυτῶν·