Ancient Greek · ~2 min
Book 4, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 4.5.7
Not analysed yet
Ἡ δὲ λεύκη τὸ μὲν ὅλον οὐ πόρρω τῆς αἰγείρου καὶ τῇ ὅλῃ μορφῇ καὶ τοῖς φύλλοις· ἀπογηράσκουσαν δὲ ἐξομοιοῦσθαι τῷ καταξηραίνεσθαι καὶ μᾶλλον ἀτροφεῖν οὐκ ἄλογον. Ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις διὰ πλειόνων εἴρηται, καὶ ὅτι δὲ καὶ περὶ τὰ ζῶα κατὰ μὲν τὰς γενέσεις τοιοῦτόν τι συμβαίνει, τελεσθεισῶν δὲ τῶν νεοσσιῶν οὐκέτι, πλὴν εἴ τις τὰς κατὰ τὰς ὀρνίθας ἀλλοιώσεις ἅμα ταῖς ὥραις γινομένας λέγοι. Φαίνονται δὲ αὗταί γε πάθεσι μᾶλλον ὅμοιαι σωματικοῖς ἢ μεταβολαῖς.