Ancient Greek · ~2 min
Book 4, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 4.6.8
Not analysed yet
Ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐχώριστον εἶναι μηδ' ὁμοίως ἀφαδρύνεσθαι. Τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ ὑπὲρ αὐτοῦ. Εἰ δ' οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερμάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστησιν ἐν τῇ γῇ δι' ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. Ἀντιβαίνει δ' αὐτῇ τὸ καὶ πρότερον λεχθὲν ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσφυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα.