Ancient Greek
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.4
Not analysed yet
Ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστὸν. [Οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες] ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ' ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. Τρίτον δ' ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ' αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς· ἔμπροσθεν, ἀφ' ἧς ὁ καρπὸς ἦλθεν. Ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. Ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν.