Ancient Greek · ~3 min
Book 5, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 5.10.5
Not analysed yet
ἔτι δ' ἂν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ ὕδατα οὐράνια γένηται. Συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομένους παρὰ τὸ δέον. Ἐπὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκωλήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ' ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γένει σώζεσθαι· τοῦτο δ' εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράστην καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ' εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω.