Ancient Greek · ~2 min
Book 5, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 5.12.7
Not analysed yet
Τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. Ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. Καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθα οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐργάζεται. Κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις.