Ancient Greek · ~2 min
Book 5, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 5.13.3
Not analysed yet
Συμβαίνει δὲ τὰς μὲν τῶν βλαστῶν ἐκπήξεις καὶ ἁπλῶς τῶν ἄνω πολλάκις γίνεσθαι, τὰς δὲ τῶν ῥιζῶν καὶ ὅλων τῶν δένδρων ὀλιγάκις καὶ παρ' ὀλίγοις· αἴτιον δὲ τὸ ἔχειν προβολὴν καὶ οἷον ἀποστέγασμα τοῦ ψύχους τὴν γῆν, εἰς ἣν καὶ συνελαύνεται τὸ θερμόν· ἐνίοτε δ' οὐκ ἀπόλλυται οὐδὲ τὰ ἄνω, ἀλλὰ μᾶλλον ἐπικάεται. Καὶ ταῦτ' οὐκ εὐθὺς ἀφαιρεῖν δεῖ· πολλάκις γὰρ ἅμα τῇ ὥρᾳ διεβλάστησε καὶ αὐτὰ τὰ φύλλα δοκοῦντα αὖα εἶναι πάλιν ὑγράνθη καὶ ἐγένετο χλωρά.