Ancient Greek · ~2 min
Book 5, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 5.15.2
Not analysed yet
Καὶ ταῦτα καὶ εἴ τι τοιοῦτον ἕτερον ὥσπερ ἐναντία πρὸς τὴν βλάστησιν ὄντα φθείρει· ἔνια δὲ καὶ τῶν οἰκείων καὶ συνεργούντων, ἐὰν πλείω συνενεχθῇ τῶν συμμέτρων ἢ ἰσχυρότερα ἢ μὴ κατὰ καιρὸν οἷον ἡ κόπρος ἢ συνεχῶς ἢ πλείων ἢ ἰσχυροτέρα παραβαλλομένη καθάπερ ἡ σκυτοδεψική· πάντα γὰρ ὡς εἰπεῖν αὕτη δοκεῖ φθείρειν ἄκρατος οὖσα ἢ μὴ καλῶς κραθεῖσα· καὶ ὅσαι δὲ θερμαὶ καὶ ξηραὶ καὶ ἰσχυραὶ τὸ ὅλον καὶ μὴ οἰκεῖαι πρὸς ἕκαστον.